Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.321 Joseph. AJ 12.326 (English) >>Joseph. AJ 12.331

12.324τοσαύτῃ δʼ ἐχρήσαντο τῇ περὶ τὴν ἀνανέωσιν τῶν ἐθῶν ἡδονῇ μετὰ χρόνον πολὺν ἀπροσδοκήτως ἐν ἐξουσίᾳ γενόμενοι τῆς θρησκείας, ὡς νόμον θεῖναι τοῖς μετʼ αὐτοὺς ἑορτάζειν τὴν ἀνάκτησιν τῶν περὶ τὸν ναὸν ἐφʼ ἡμέρας ὀκτώ. 12.325καὶ ἐξ ἐκείνου μέχρι τοῦ δεῦρο τὴν ἑορτὴν ἄγομεν καλοῦντες αὐτὴν φῶτα ἐκ τοῦ παρʼ ἐλπίδας οἶμαι ταύτην ἡμῖν φανῆναι τὴν ἐξουσίαν τὴν προσηγορίαν θέμενοι τῇ ἑορτῇ. 12.326τειχίσας δʼ ἐν κύκλῳ τὴν πόλιν καὶ πρὸς τὰς ἐπιδρομὰς τῶν πολεμίων πύργους οἰκοδομησάμενος ὑψηλοὺς φύλακας ἐν αὐτοῖς ἐγκατέστησεν, καὶ τὴν Βεθσούραν δὲ πόλιν ὠχύρωσεν, ὅπως ἀντὶ φρουρίου αὐτῇ πρὸς τὰς ἀπὸ τῶν πολεμίων ἀνάγκας ἔχῃ χρῆσθαι. 12.327

Τούτων οὕτως γενομένων τὰ πέριξ ἔθνη πρὸς τὴν ἀναζωπύρησιν καὶ τὴν ἰσχὺν τῶν Ἰουδαίων χαλεπῶς διακείμενα πολλοὺς ἐπισυνιστάμενα διέφθειρεν ἐνέδραις καὶ ἐπιβουλαῖς αὐτῶν ἐγκρατῆ γιγνόμενα. πρὸς τούτους πολέμους συνεχεῖς ἐκφέρων Ἰούδας ἐπέχειν αὐτοὺς τῆς καταδρομῆς καὶ ὧν ἐποίουν κακῶς τοὺς Ἰουδαίους ἐπειρᾶτο. 12.328καὶ τοῖς Ἠσαῦ υἱοῖς Ἰδουμαίοις ἐπιπεσὼν κατὰ τὴν Ἀκραβατηνὴν πολλοὺς αὐτῶν ἀπέκτεινεν καὶ ἐσκύλευσεν. συγκλείσας δὲ καὶ τοὺς υἱοὺς τοῦ Βαάνου λοχῶντας τοὺς Ἰουδαίους περικαθίσας ἐπολιόρκει καὶ τούς τε πύργους αὐτῶν ἐνεπίμπρα καὶ τοὺς ἄνδρας διέφθειρεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.321 Joseph. AJ 12.326 (English) >>Joseph. AJ 12.331

Powered by PhiloLogic